Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.276 Joseph. AJ 14.283 (English) >>Joseph. AJ 14.287

14.280

Ἦν δὲ ἄρα φονέα περισώσας Ἀντίπατρος αὐτοῦ τὸν Μάλιχον· Κάσσιος μὲν γὰρ καὶ Μοῦρκος στρατὸν ἀθροίζοντες τὴν ἐπιμέλειαν ἅπασαν ἐνεχείρισαν Ἡρώδῃ καὶ στρατηγὸν αὐτὸν κοίλης Συρίας ἐποίησαν πλοῖα δόντες καὶ δύναμιν ἱππικήν τε καὶ πεζικήν, ὑποσχόμενοί τε καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον· συνειστήκει γὰρ τότε πρός τε Ἀντώνιον καὶ τὸν νέον Καίσαρα. 14.281Μάλιχος δὲ δείσας τότε μάλιστα τὸν Ἀντίπατρον ἐκποδὼν ἐποιεῖτο, καὶ πείσας ἀργυρίῳ τὸν Ὑρκανοῦ οἰνοχόον, παρʼ ἑκάτεροι εἱστιῶντο, φαρμάκῳ κτείνει τὸν ἄνδρα, καὶ ὁπλίτας ἔχων εὐτρέπιζεν τὰ κατὰ τὴν πόλιν. 14.282γνόντων δὲ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ πατρὸς Ἡρώδου καὶ Φασαήλου καὶ χαλεπῶς ἐχόντων, ἠρνεῖτο πάλιν Μάλιχος καὶ ἔξαρνος ἦν τοῦ φόνου. 14.283καὶ Ἀντίπατρος μὲν εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ διενεγκὼν καὶ τῇ περὶ τὴν πατρίδα σπουδῇ τοῦτον ἐτελεύτησεν τὸν τρόπον. τῶν δὲ παίδων αὐτοῦ Ἡρώδης μὲν εὐθὺς ἔγνω τιμωρεῖν τῷ πατρὶ μετὰ στρατιᾶς ἐπὶ Μάλιχον ἐλθών. Φασαήλῳ δὲ τῷ πρεσβυτέρῳ δόλῳ μᾶλλον ἐδόκει περιγίνεσθαι τἀνδρός, μὴ πολέμου κατάρχειν νομισθῶσιν ἐμφυλίου. 14.284τήν τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί. καὶ παραγενόμενος Ἡρώδης εἰς Σαμάρειαν καὶ καταλαβὼν αὐτὴν κεκακωμένην ἀνεκτᾶτο καὶ τὰ νείκη διέλυε τοῖς ἀνθρώποις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.276 Joseph. AJ 14.283 (English) >>Joseph. AJ 14.287

Powered by PhiloLogic